Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.227 Joseph. AJ 5.231 (English) >>Joseph. AJ 5.235

5.229ἀπέθανον δʼ ἐν αὐτῇ τῇ μάχῃ Μαδιηνιτῶν τε καὶ τῶν συστρατευσάντων αὐτοῖς Ἀράβων περὶ μυριάδας δώδεκα, λεία τε πολλὴ χρυσὸς καὶ ἄργυρος καὶ ὕφη καὶ κάμηλος καὶ ὑποζύγια λαμβάνεται τοῖς Ἑβραίοις. Γεδεὼν δὲ παραγενόμενος εἰς Ἐφρὰν τὴν ἑαυτοῦ πατρίδα κτείνει τοὺς τῶν Μαδιηνιτῶν βασιλέας. 5.230

δʼ Ἐφράμιδος φυλὴ τῇ Γεδεῶνος εὐπραγίᾳ δυσχεραίνουσα στρατεύειν ἐπʼ αὐτὸν διεγνώκει, τὸ μὴ προαγγεῖλαι τὴν ἐπιχείρησιν αὐτοῖς τὴν κατὰ τῶν πολεμίων ἐγκαλοῦντες. Γεδεὼν δὲ μέτριος ὢν καὶ πᾶσαν ἀρετὴν ἄκρος οὐκ αὐτὸς ἔλεγεν αὐτοκράτορι χρησάμενος λογισμῷ τοῖς ἐχθροῖς ἐπιθέσθαι χωρὶς αὐτῶν, ἀλλὰ τοῦ θεοῦ κελεύσαντος· τὴν δὲ νίκην οὐχ ἧττον αὐτῶν ἔφασκεν ἰδίαν τῶν ἐστρατευκότων εἶναι. 5.231καὶ τούτοις παρηγορήσας αὐτῶν τὴν ὀργὴν τοῖς λόγοις μᾶλλον τοὺς Ἑβραίους ὠφέλησε τῆς ἐπὶ τῶν πολεμίων εὐπραξίας φήσας αἰτίους· ἐμφυλίου γὰρ αὐτοὺς στάσεως ἄρχειν μέλλοντας ἐρρύσατο. τῆς μέντοι ὕβρεως ταύτης φυλὴ δίκην ἐξέτισεν, ἣν δηλώσομεν κατὰ καιρὸν ἴδιον. 5.232

Γεδεὼν δὲ τὴν ἀρχὴν ἀποθέσθαι βουλόμενος βιασθεὶς ἔσχεν αὐτὴν ἐπʼ ἔτη τεσσαράκοντα βραβεύων αὐτοῖς τὰ δίκαια καὶ περὶ τῶν διαφορῶν ἐπʼ αὐτὸν βαδιζόντων κύρια πάντα ἦν τὰ ὑπʼ αὐτοῦ λεγόμενα. καὶ μὲν γηραιὸς τελευτήσας ἐν Ἐφρὰν τῇ πατρίδι θάπτεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.227 Joseph. AJ 5.231 (English) >>Joseph. AJ 5.235

Powered by PhiloLogic